# Regnorum II 16.1-10

Septuaginta, Regnorum II, 16.1 to 16.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/16.1

XVIΔαυεὶδ παρπῆλθεν βραχύ τι ἀπὸ τῆς Ῥοώς, καὶ Σειβὰ τὸ παιδάριον Μεμφόσθε εἰς ἀπαντὴν αὐτοῦ, καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ’ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταθίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου. καὶ εἶπεν ὁ βασιλεῦς Σειβά Τί ταῦτά σοι; καὶ εἶπεν Σειβά Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρέοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ἰερουσαλήμ, ὅτι εἶπεν Σήμερον ἐπιστρέ- ψουσίν μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σειβά Ἰδοὺ σοὶ πάντα ὅσα ἐστὶν Μεμφιβόσθε. καὶ εἶπεν Σειβά Προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βισιλεῦ. Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ ἓως Βουρείμ· Βουρείμ· καὶ ἰδοῦ ἐκεῖθεν ἀνὴρ ἐξε[ορεύετο ἐκ συγγενείας οἲκου Σαούλ, καὶ ὂνομα αὐτῷ Σεμεεὶ νἱὸς Γηρά· ἐξῆθεν ἐκπορευόμενος καὶ καταρώμενος καὶ λιφάζων ἐν λίθοις τὸν Δαυεὶδ καὶ πάντας τοὺς παῖδας τοῦ Βασιλέως Δαυείδ· καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυντοὶ ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. καὶ οὓτως ἒλεγεν Σεμεεὶ ἐν τῷ καταρᾶσθαι αὐτόν Ἒξελθε ἒξελθε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος. ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἳματα τοῦ οἲκου Σαούλ, ὃτι ἐβαστερεψεν ἀντ᾿ αὐτοῦ, καὶ ἒδωκεν Κύρις τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὲ ἐν τῇ κακίᾳ σου, ὃτι ἀνὴρ αἱμάτων σύ. καὶ εἶπεν Ἀβειςὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα Ἳνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; Διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; Καὶ ἂφετε αὐτὸν καὶ οὓτως καταράσθω, ὃτι Κύριος εἶπεν Σαρουίας; καταρᾶσθαι τὸν Δαυείδ· καὶ τίς ἐρεὶ Ὡς τί ἐποίησας οὓτως; οὓτως;

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
