Ancient Greek
16.11 to 16.22
Septuaginta, Regnorum II 16.11-22
Not analysed yet
καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβειςὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προςέτι νῦν ὀ υἱὸς τοῦ Ἰεμεινεί· ἂφετε αὐτὸν καταρᾶσθαι, ὃτι εἶπεν αὐτῷ Κύριος· εἲ τως ἲδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπῖστρεψει μοι ἀγαθὰ ἀντὶ τῆς καάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἂνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεεὶ ἐπορεύετο ἐκ πέρας τοῦ ὂρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταπώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων. καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοὺ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ. καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἰερουσαλήμ, καὶ Ἀχειτόφελ μετ᾿ αὐτοῦ. καὶ ἐγενήθη ἡνίκα ἦλθεν χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυεὶδ πρὸς Ἀβεσσαλώμ, καὶ εἶπεν χουσεὶ πρὸς Ἀβεσσαλώμ Ζήτω ὁ βασιλεύς. καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσεί Τοῦτο τὸ ἒλεός σου μετὰ τοῦ ἑταίρου σου; ἳνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὖτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετ’αὐτοῦ καθήσομαι. καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλεθσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιον σοῦ. καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχειτόφελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποίησωμεν. καὶ εἶπεν Ἀχειτόφελ πρὸς Ἀβεσσαλώμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλειπεν Φυλάσσειν τὸν οἶκον,λ καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατᾐσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσὴλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ὀφθαλμοὺς παντὸς Ἰσραήλ.