# Regnorum II 17.12-20

Septuaginta, Regnorum II, 17.12 to 17.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/17.12

καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τοπων ου ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβα- λοῦμεν ἐπ’ αὐτὸν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆς, καὶ οὐχ ὑπο- λειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ καί γε ἕνα. καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχονία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος. καὶ εὶπεν Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ Ἀγαθὴ ἡ βουλὴ Χουσεὶ τοῦ Ἀραχεὶ ὑπὲρ τὴν βουλὴν Ἀχετόφελ τὴν ἀγαθήν· καὶ κύριος ἐνετείλατο κιασκεάσαι τὴν βουλὴν Ἀχειτόφελ, ὁπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα. καὶ εἶπεν Χουσεὶ ὁ τοῦ Ἀραχεὶ πρὸς Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς Οὔτως καὶ οὕτως συνεβολύλευσεν Ἀχειτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ, καὶ οὕτως καὶ οὕτως συνεβούλενσα ἐγώ. καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυεὶδ λέγοντες Μὴ αὐλισθῇς τὴν νύκτα ἐν ἀραβὼθ τῆς ἐρήμου, καί γε διαβαίνων σεῦσον, μή ποτε καταπείςῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ. καὶ Ἰωναθὰν καὶ Ἀχειμὰς εἰστήκεισαν ἐντῇ πηγῇ Ῥωγήλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς· καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυείδ, ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν. καὶ ειδεν αὐτοὺς παιδάριον, καὶ ἀπήγγειλαν τῷ Ἀβεσσαλώμ»καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκιαν ἀνδρὸς ἐν Βαορείμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ. καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐκπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ’ αὐτῷ ἀραφώθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα. καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Ἀχειμὰς καὶ Ἰωναθάν ; καὶ ιπεν αὐτοῖς ἣ γυνή Παρῆλθαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἰερουσαλήμ.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
