# Regnorum II 18.1-9

Septuaginta, Regnorum II, 18.1 to 18.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/18.1

Καὶ ἐπεσκέψατο Δαυεὶδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ, καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους. καὶ ἀπέστειλεν Δαυεὶδ τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβειςὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθεὶ τοῦ Ι’εθθαίου· καὶ εἶπεν Δαυεὲδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν. καὶ εἶπαν Οὐκ ἐξελεύςῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεὶς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἐσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βονθεῖν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὅ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τὴς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεισὰ καὶ τῷ Ἐθθεὶ λέγων Φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἥκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἅρχουσιν ὑπὲρ Ἀβεσσαλώμ. καὶ ἐξὴλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφράιμ. καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δανείδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν. καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γὴς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὔς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυείδ· καὶ Ἀβεσσαλὼμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί· καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
