# Regnorum II 18.10-19

Septuaginta, Regnorum II, 18.10 to 18.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/18.10

καὶ δἶδεν ἀνὴρ εἶς καὶ ἀνἠγγειλεν Ἰωὰβ καὶ εἶπεν Ἰδοὺ ἑόρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυί. καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὄτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γὴν ; καὶ ἐγὼ ἄν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν. εἶπεν δὲ ὁ άνὴρ πρὸς Ἰωάβ Καὶ ἐγώ εἰμι ἴστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω χεὶρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως· ὄτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Ἀβειςὰ καὶ τῷ Ἐθθεὶ λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλώμ, μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ αδικον· καὶ πᾶς ὁ λόγος οὐ λλήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήςῃ ἐξ ἐναντίας. καὶ εἶπεν Ἰωάβ Τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνέπηξαν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλώμ, ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρύος. καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωάβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν. καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσρήλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ. καὶ ἔλαβεν τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν, καὶ ἐστήλωσεν ἐπ’ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα· καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν καὶ ἐστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾖ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβ εῖν, τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνησαι το ὄνομα αὐτοῦ· καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταυτης. Καὶ Ἀχειμάας υἱὸς Σαδὼκ εἶπεν Δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
