Ancient Greek
18.29 to 18.33
Septuaginta, Regnorum II 18.29-33
Not analysed yet
καὶ εἶπεν ὁ βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχειμάας Εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ. καὶ εἶπεν ὁ βασιλεύς Ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη. καὶ ἰδοὺ ὁ Χουσεὶ παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι Κύριος σήμερον ἐκ χειρὸςν πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσεί Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσεί Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὺ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ’ αὐτὸν εἰς κακά. καὶ ἐταράχθη ὁ βασιλεύς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν Υἱέ μου υἱέ μου Ἀβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλὼμ υἱέ μου υἱέ μου.