Ancient Greek
19.10 to 19.18
Septuaginta, Regnorum II 19.10-18
Not analysed yet
ὅν ἐχρίσαμεν ἐφ’ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ· καὶ νῦν ἴνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι πρὸς τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ἰσραὴλ ἦλθεν πρὸς τὸν βασιλέα. Καὶ ὁ βασιλεὺς Δαυεὶδ ἀπέστειλεν πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιαθὰρ τοὺς ἱερεῖς λέγων Λαήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα λέγοντες Ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθεν πρὸς τὸν βασιλέα. ἀδελφοί μοι ὐμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς· ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ τῷ Ἀμεσσαεὶ ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ. καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ἕως ἀνδρὸς ἑνός· καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου. καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου· καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως, διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην. Καὶ ἐτάχυνεν Σεμεεὶ θἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμενεὶ ἐκ Βαουρεὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυείδ, χίλιοι οἱ ἄνδρες μετ’ αὐτοῦ Βενιαμείν, καὶ Σειβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’ αὐτοῦ· καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως, καὶ ἐλειτούτργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα· καὶ διέβῃ ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεεὶ θἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην,