# Regnorum II 19.19-27

Septuaginta, Regnorum II, 19.19 to 19.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/19.19

καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογιςάσθω ὁ κύριός μου ἀνβομίαν, καὶ μὴ μνησθῇς ὅσα ἡδίκησεν ὁ πῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἰερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ· ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ἰωσὴφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως. καὶ ἀπεκρίθη Ἀβειςὰ υἱὸς Σαρουίας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεεί, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου; καὶ εἶπεν Δαυείδ Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ; καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεεί Οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. Καὶ Μεμφιβόσθε υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας, ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ. καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Τί ὅτι οὐκ ἐπορεύθης μετ᾽ ἐμοῦ, Μεμφιβόσθε; καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε Κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ Ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾽ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου. καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἐποίησεν τὸ καλὸν ἐνώπιον ὡς ἄγγελος τοῦ θεοῦ. καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀ φθαλμοῖς σου.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
