Ancient Greek
2.1 to 2.12
Septuaginta, Regnorum II 2.1-12
Not analysed yet
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυεὶδ ἐν Κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα ; καὶ εἶπεν κύριος πρὸς αὐτόν Ανάβηθι. καὶ εἶπεν Δαυείδ ἰδ’ Ποῦ ἀναβῶ ; καὶ εἶπεν Εἰς Χεβρών. καὶ ἀνέβη ἔκει Δαυεὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινόομ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου, καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρών. καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσιν τὸν Δαυεὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα. Καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ λέγοντες ὅτι οἱ ἄνδρες ἰαβεὶς τῆς Γαλαασείτιδος ἔθαψαν τὸν Σαούλ. καὶ ἀπέστειλεν Δαυεὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ἰαβεὶς τῆς Γαλααδείτιδος, ¶καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε Τὸ ἕλεος τοῦ θεοῦ τὸν κύριον ὑμῶν Σαούλ, καὶ ἐθάψατε αὐτόν. καὶ νῦν ποιήσαι Κύριος μεθ’ ὑμῶν ἕλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ’ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο. καὶ νῦν κραταιουαἱ χεῖρες ὑμῶν καὶ γίνεθσε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ ὑμῶν Σαούλ, καἰ γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφ’ ἑαυτὸν εἰς βασιλέα. Καὶ Ἀβεννὴρ υἱός Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβεν τὸν Ἰεβόσθε υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μανάεμ, καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδεῖτιν καὶ ἐπὶ τὸν Θασειρεὶ καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἐφράιμ καὶ ἐπὶ τὸν Βενιαμεὶν καὶ ἐπὶ πάντα Ἰσραήλ. τεσσεράκοντα ἐτῶν Ἰεβόσθε υἱὸς Σαοὺλ ὅτε ἐβασίλευσεν ¶ἐπὶ τὸν Ἰσραήλ, καὶ δύο ἣ ἐβασίλευσεν, πλὴν τοῦ οἴκου Ἰούδα οἳ ἦσαν ὀπίσω Δαυείδ. καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυεὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας. Καὶ ἐξῆλθεν Ἀβενὴρ υἱὺς Νὴρ καὶ οἱ παῖδες Ἰεβόσθαι υἱοῦ Σαοὺλ ἐκ Μανάειμ εἰς Γαβαώ·