# Regnorum II 2.13-23

Septuaginta, Regnorum II, 2.13 to 2.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/2.13

καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ καὶ οἱ παῖδες Δαυεὶδ ἐξῆλθον ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ § τὴν κρήνην τὴν Γαβαὼν ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. καὶ πρὸς Ἰωὰβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάἡμῶν· καὶ Εἶπεν Ἰωάβ Ἀναστήτωσαν. καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμεὶν δώδεκα τῶν Ἰεβόσθε υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυείδ. καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών. καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῆ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυείδ. καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιά, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννήρ, οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ. καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτος Ἀσαήλ; καὶ εἶπεν Ἐγὼ εἰμι. καὶ εἶπεν ἦρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἡ εἰς τὰ ἀριστερά, κοὶ κατάσχε ἱν τῶν παιδαρίων καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλίναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. καὶ πατάξω σε εἰς τὴν γῆν· καὶ πὼς ῥὼ τὸ πρόσωπόν μου πρὸς καὶ ποῦ ἐστιν ταῦτα ; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
