# Regnorum II 2.24-32

Septuaginta, Regnorum II, 2.24 to 2.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/2.24

καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ Αβεννήρ, καὶ ὁ ἥλιος ἔδυνεν· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῖ, ὁδὸν ἔρημον Γαβαών. καὶ συναθροίζονται υἱοὶ Βενιαμεὶν οἱ ὀπίσω Ἀβεννήρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ; ἢ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα ; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν ; καὶ εἶπεν Ἰωάβ νῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραήλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. καὶ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυεὶδ ἐννέα καὶ δέκα ἄνδρες. καὶ καὶ οἱ παῖδες Δαυεὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμεὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ. καὶ αἴρουσιν τὸν Ασαὴλ κ·αὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλέεμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών. Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ III

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
