# Regnorum II 21.1-9

Septuaginta, Regnorum II, 21.1 to 21.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/21.1

Καὶ ἐγένετο λιμὸς ἐν ἐν ταῖς ἡμέραις Δαυεὶδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυεὶδ τὸ πρόσωπον τοῦ κυρίου· καὶ εἶπεν Κύριος Ἐπὶ Σαοὴλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ πὸ αὐτὸν θανάτῳ αἰμάτων, περὶ οὖ ἐθανάτωσεν τοῦς Γαβαωνείτας. καὶ ἐκάλεσεν ὁ βασιεὺς Δαυεὶδ τοῦς Γαβαωνείτας καὶ εἶπεν πρὸς αὐτούς· καὶ οἱ Γαβαωνεῖται οὐχ υἱοὶ Ἰσραήλ εεἰσιν, ὅτι ἀλλ’ ἣ ἐκ τοῦ αἴματος τοῦ Ἀμορραίου, καὶ οἱ υἱοὶ Ἱσραὴλ ὤωοσαν αὐτοῖς· καὶ ἐζήτησεν Σαοὺλ πατάξαι αὐτοὸς ἐν τῷ ξηλῶσαι αὐτὸν τοὺς υίοὺς Ἰσραήλ καὶ Ἰούδα· καὶ εἶπεν Δαυεὶδ πρὸς τοῦς Γαβαωνείτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσωμαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνεῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαοὶλ καὶ μετὰ τοῦ οἴκου αὐτοὺ, καὶ οἰκ ἔστιν ἡμῖν ἀνὴρ θαντῶσαι ἐν Ἰσραήλ. καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἠμᾶς· ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἐστάναι αὐτὸν ἐν παυτὶ ἐρίῳ Ἰσραήλ. δότω ἡμῖν ἐπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὸς τῷ κυρίῳ ἐν Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν ὁ βασιλεὺς Ἐγὼ δώσω. καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβόσθε υἱὸν Ἰωναθὰν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Δαυεὶδ καὶ ἀνὰ μ΄σον Ἰωυαθὰν υἱοῦ Σαούλ καὶ ἔκαβεν ὁ βασιλεὺς τοῦς δύο υἱοῦς ‘Ρεσφὰ θυγατρὸς Αἰὰ οὕς ἔτεκεν τῷ Σαούλ, τὸν Ἐρμωνοεὶ καὶ τὸν τὸν Μεμφιβόσθε, καὶ τοὺς πέντε υίοὺς Μιχὸλ θυγατρὸς Σαοὺλ οὓς ἔτεκεν τῷ Σερεὶ υἱῷ Βερζελλεὶ τῷ Μωουλαθεί, καὶ ἔδωκεν αὐτούς ἐν χειρὶ τῶν Γαβαωνειτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἐπτὰ αὐτοὶ ἑπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέεραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθὼν.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
