Ancient Greek
21.10 to 21.18
Septuaginta, Regnorum II 21.10-18
Not analysed yet
καὶ ἔλαβεν ῥεσφὰ θυγάτηρ Αἰὰ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἔως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἐδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός. καὶ ἀπηγγέλη τῷ Δαυεὶδ ὅσα ἐποίησεν Ῥεσφὰ θυγάτηρ Αἰὰ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπολλόνων τῶν γιγάντων. καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβεὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοῦς ἐκ τῆς πλατείας Βαίθ, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβοῦε. καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ, καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων. καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων τῶν ἐν γῇ Βενιαμεὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κεὶς τοῦ πατρὸς αὐτοῦ· καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς, καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα. Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυεὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπορεύθη Δαυείδ. καὶ Ἰεσβὶ ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκῇ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο πατάξαι τὸν Δαυείδ. καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυεὶδ λέγοντες Οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ. Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξεν Ὀεβοχὰ ὁ Ἁστατωθεὶ τὸν Σὲφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά.