# Regnorum II 24.1-11

Septuaginta, Regnorum II, 24.1 to 24.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/24.1

Καὶ κπροςέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρςάβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα Καὶ προσθείη Κύριος ὁ θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλαςίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ; καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως· καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ἰσραήλ. καὶ διέβησαν τὸν Ἰορδάνην, καὶ παρενέβαλον ἐν Ἀροὴλ ἐκ δεξιῶν τῆς πὸλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ. καὶ ἦλθον εἰς τὴν Γαλαὰδ καὶ εἰς τὴν Φαβαςὼν ἥ ἐστιν Ναδασαί, καὶ παρεγένοντο εἰς Δὰν Εἰδὰν καὶ Οὐδάν, καὶ ἐκύκλωσαν εἰς Σιδῶνα· καὶ ἦλθαν εἰς. Μάψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Εὑαίου καὶ τοῦ Χαναναίου· καὶ ἦλθαν κατὰ νότον Ἰούδα εἰς Βηρςάβεε, καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ· καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ἰερουσαλήμ· καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα· καὶ ἐγένετο Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ ἀνὴρ Ἰούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν. Καὶ ἐπάταξεν καρδία Δαυεὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν· καὶ εἶπεν Δαυεὶδ πρὸς Κύριον Ἥμαρτον σφόδρα ὅ ἐποίησα· νῦν, Κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράθην σφόδρα. καὶ ἀνέστη Δαυεὶδ τὸ πρωί· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα Δαυεὶδ λέγων

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
