# Regnorum II 24.12-19

Septuaginta, Regnorum II, 24.12 to 24.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/24.12

Πορεύθητι καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Τάδε λέγει Κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. καὶ εἰσῆλθεν Γὰδ πρὸς Δαυείδ, καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστέλαντί με ῥῆμα. καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω. καὶ ἐξελέξατο εαυτῷ Δαυεὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκεν Κύριος ἐν Ἰσραὴλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου· καὶ ἤρξατο Ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ἐβδομήκοντα χιλιάδες ἀνδρῶν, καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἰερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ πρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἲπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ Πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῷ ἄλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. καὶ εἶπεν Δαυεὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα, καὶ οὖτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου. καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ καθ’ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
