# Regnorum II 3.1-13

Septuaginta, Regnorum II, 3.1 to 3.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/3.1

IIIἀνὰ μέσον τοῦ οἴκου Δαυείδ· καὶ ὁ οἶκος Δαυεὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. Καὶ ἐτέχθησαν τῷ Δαυεὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχεινόομ τῆς Ἰσραηλίτισος, καὶ ὁ δεύτερος αὐτοῦ Δαλουιὰ τῆς Ἀβειγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θομμεὶ βασιλέως Γεσείρ, καὶ ὁ τέταρτος Ὀρνεὶλ υὑὸς Φεγγείθ, καὶ ὁ πέμπτος Σαβατειὰ τῆς Ἀβειτάλ, καὶ ὁ ἕκτος Ἰεθεραάμ τῆς Αἰγὰλ γυναικὸς Δαυείδ· οὗτοι ἐτέχθησαν τῷ Δαυεὶδ ἐν Χεβρών. Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυείδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ. καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Μεμφιβόσθε υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου Μεμφιβόσθε καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν Μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ; ἐποίησα ἕλεος σήμερον μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου κοὶ περὶ ἀδελφῶν καὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυείδ · καὶ ἐπιζητεῖς ἐπ’ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον ; τάδε ποιήσαι ὁ θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν Κύριος τῷ Δαυείδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ· ερπιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὐλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυεὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηβσάβεε. καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβόσθε ἀποκριθῆναι τῷ Ἀβεννὴρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν. Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυεὶδ εἰς θαιλὰμ οὗ ἦν παραχρῆμα λέγων διαθήκην σου μετ’ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σο πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ. καὶ εἶπεν Δαυείδ Ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπον μου ἐὰν μὴ ἀγάγῃς τὴν θυγατέρα Σαοὐλ, παραγινομένου ἰδεῖν τὸ πρόσωπον μου.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
