Ancient Greek
5.1 to 5.12
Septuaginta, Regnorum II 5.1-12
Not analysed yet
Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυεὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ Ἴδου ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς. καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ’ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Κύριος πρὸς σέ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσει εἰσηγούμενος ἐπὶ τὸν Ἰσραήλ. καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς ΔΑυεὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον κυρίου, καὶ χρίουσιν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ πάντα Ισραήλ. Υἱὸς τριάκοντα ἐτῶν Δαυεὶδ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσεράκοντα ἣ ἐβασίλευσεν· ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδα, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἰερουσαλήμ. Καὶ ἀπῆλθεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν, καὶ ἐρρέθη τῷ Δαυείδ οὐκ εἰσελεύσει ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυεὶδ ὧδε. καὶ κατελάβετο Δαυεὶδ τὴν περιοχὴν Σειών, αὕτη πόλις τοῦ Δαυείδ. καὶ εἶπεν Δαυεὶδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ἰεβουσαῖου ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυείδ· διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου. καὶ ἐκάθισεν ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυείδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ. καὶ διεπορεύετο Δαυεὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος Παντοκράτωρ μετ’ αὐτοῦ. καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου γέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέ· κτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυείδ. καὶ ἔγνω ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.