Ancient Greek
8.1 to 8.10
Septuaginta, Regnorum II 8.1-10
Not analysed yet
Καὶ ἐένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέ- τρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμισας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ κύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὲθ εἰς δούλους φέροντας ξένια. καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ νἱὸν Ῥαὰβ βασιλέα Σουβά, ποευο- μένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. καὶ προκατελάβετο Δαυεὶδ τῶν αὐτοῦ χίλια ἄρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴδοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα. καὶ παρα- γίνεται Συρία Δαμασκοῦ βονθῆσαι τῷ Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν Δαυεὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύτος τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. καὶ ἔλαβεν Δαυεὶδ τοὺς χλίδωνας τοὺς χρυσοῦς οὕς ἐποίησεν ἐπὶ τῶν παίδων τῶν Ἀδραάζαρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἰερουσαλὴμ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Σολομῶντος. καὶ ἐκ τῆς Μασβὰκ ἔλαβεν ὁ βασιλεὺς Δαυεὶδ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἁδραάζαρ χαλκὸν πολὺν σφύδρα. ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη. Καὶ ἤκουσεν Θούου ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ πᾶσαν τὴν δύναμιν Ἁδραάζαρ, καὶ ἀπέστειλεν Θόου Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυεὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὖ ἐπάταξεν τὸν Ἁδραάζαρ. καὶ ἐπάταξεν αὐτόν, ὅτι κείμενος ἦν τῷ Ἀδρααάξαρ. καὶ ἐν ταῖς ἐν ταῖς χερςὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυςᾶ καὶ σκεὺη χαλκᾶ.