# Regnorum II 8.11-18

Septuaginta, Regnorum II, 8.11 to 8.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/8.11

καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ παςῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν. ἐκ τῆς Ἰδουβαίας καὶ ἐκ γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἁδραάζαρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά. καὶ ἐποίησεν Δαυεὶδ ὄνομα. καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γεβέλεμ εἰς ὀκτὼκαὶ δέκα χιλάθας. καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ Φρουράν, ἐν παάςῃ τῇ Ἰδουμαίᾳ. καὶ ἐγένοντο πάντες οἱ Ἰδουμῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἶς ἐπορεύετο. Καὶ ἐβασίλευσεν Δαυεὶθ ἐπὶ Ἰσραήλ. καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν πάντα αὐτοῦ· καὶ Ἰωὰβ οἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων, καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς, καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ χελεθθεὶ καὶ ὁ Φελεττεί. υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
