# Regnorum II 9.1-10

Septuaginta, Regnorum II, 9.1 to 9.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/9.1

καὶ εἶπεν Δαυείδ Εἰ ἔστιν ὑπολελειμμένος τῷ οἴκῳ Σαούλ, καὶ ποιήσω μετ’αὐτοῦ ἔλεος ἔνεκεν Ἰωναθάν; καὶ ἐκ τοῦ οἴκου Σαοὺλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σειβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυείδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἱ δὺ εἶ Σειβά;καὶ εἶπεν Ἐγὼ δοῦλος σός. καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνήρ, καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος θεοῦ ; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ἰωναθὰν πεπληγὼς τοὺς πόδας. καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος ; καὶ εἶπεν Σειβά πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχεὶρ υἱοῦ Ἀμαὴρ ἐκ τῆς Λαδαβάρ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχεὶρ υἱοῦ Ἀμειὴλ ἐκ τῆς Λαδαβάρ. καὶ παραγίνεται Μεμφιβόσθε υἱὸς Ἰωναθὰν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυείδ, καὶ ἔπεσεν ὐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυείδ Μεμφιβόσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλὸς σου. καὶ εἶπεν αὐτῷ Δαυείδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωναθὰν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ ππατρὸς τοῦ πατρός ου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός. καὶ προσεκύνησεν Μεμφιβόσθε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί ; καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σειβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα ὅσα ἐστὶν τῷ Σαούλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου. καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υϊοί σου καὶ οἱ δουλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται ἄρτους· καὶ Μεμφιβόσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. καὶ τῷ Σειβὰ ἦσαν πέντε καὶ δέκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
