Ancient Greek · ~3 min
11.38 to 11.42
Septuaginta, Regnorum III 11.38-42
Not analysed yet
καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καθὼς ἐποίησεν Δαυιδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυιδ. καὶ ἐζήτησεν Σαλωμων θανατῶσαι τὸν Ιεροβοαμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανεν Σαλωμων. Καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων; καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ, τεσσαράκοντα ἔτη.