# Regnorum III 2.38-46d

Septuaginta, Regnorum III, 2.38 to 2.46d. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-iii/2.38

καὶ εἶπεν Σεμεϊ πρὸς τὸν βασιλέα Ἀγαθὸν τὸ ῥῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη. καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ, καὶ ἀπηγγέλη τῷ Σεμεϊ λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεθ· καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεθ. καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι Ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ; καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ; καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεϊ Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου, καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου· καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος, καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα. καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε, καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν. Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός, καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες· καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ.

---

Septuaginta, Regnorum III. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg013.local001/.
