Ancient Greek · ~2 min
7.18 to 7.20
Septuaginta, Regnorum IV 7.18-20
Not analysed yet
καὶ ἐγένετο καθὰ ἐλάλησεν Ελισαιε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τῇ πύλῃ Σαμαρείας· καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ελισαιε καὶ εἶπεν Ἰδοὺ κύριος ποιεῖ καταρράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ελισαιε Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ. καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανεν.