Ancient Greek · ~4 min
9.31 to 9.37
Septuaginta, Regnorum IV 9.31-37
Not analysed yet
καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Εἰ εἰρήνη, Ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ; καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ’ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι· καὶ εἶπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. καὶ εἰσῆλθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστίν. καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν. καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων Ἐν τῇ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ, καὶ ἔσται τὸ θνησιμαῖον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς Ιεζαβελ.