Ancient Greek · ~1 min
Chapter 10, lines 10.20-10.21
Septuaginta, Sapientia Salomonis 10.20-21
Not analysed yet
διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς,
καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου,
τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφῶν,
καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς.