Ancient Greek · ~7 min
Chapter 17, lines 17.1-17.17
Septuaginta, Sapientia Salomonis 17.1-17
Not analysed yet
διὰ τοῦτο δι᾿ ὁμοίων ἐκολάσθησαν ἀξίως,
καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν.
ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου,
εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν,
τροφὴν ἡτοίμασας ὀρτυγομήτραν.
ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν
διὰ τὴν δειχθεῖσαν τῶν ἐπαπεσταλμένων
καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται,
αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι
καὶ ξένης μετάσχωσι γεύσεως.
ἔδει γὰρ ἐκείνοις ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσ
τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζο
καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμός,
δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων,
οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου·
εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν,
σου.
σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου
ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο,
ἀλλὰ διὰ σέ, τὸν πάντων σωτῆρα.
καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν,
ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ·
οὓς μέν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα,
καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν,
ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι·
τοὺς δὲ υἱοὺς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες,
τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς.
εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο,
καὶ ὀξέως διεσώζοντο,
ἴνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην
ἀπερίσπαστοι γέναωνται τῆς σῆς εὐεργεσίας.
καὶ γὰρ οὕτε βοτάνη οὕτε μάλαγμα ἐθεράπευσεν αὐτούς,
ἀλλὰ ὁ σός, Κύριε, λόγος ὁ πάντα ἰώμενος.
σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις,
καὶ κατάγεις εἰς πύλας ᾄδου καὶ ἀνάγεις.
ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ,
ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει,
οὐδὲ ἀναλύει ψυχὴν παραλημφθεῖσαν.
Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.
ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς
ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν,
ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις
καὶ πυρὶ καταναλισκόμενοι.
τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι
πλεῖον ἐνήργει τὸ πῦρ,
ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων.