# Sapientia Salomonis 17.18-29

Septuaginta, Sapientia Salomonis, Chapter 17, lines 17.18-17.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/sapientia-salomonis/17.18

ποτὲ μέν γὰρ ἡμεροῦτο φλόξ,
ἴνα μὴ καταφλέξῃ τὰ ἐπʼ ἀσεβεῖς ἀπεσταλμένα ζῷα,
ἀλλʼ αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται·
ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπέρ τὴν πυρὸς δύναμιν φλέγει.
ἴνα ἀδίκου γῆς γενήματα διαφθείρῃ.
ἀνθʼ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου,
καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπʼ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως,
πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν.
ἡ μέν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα
ἐνεφάνισεν,
τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν
πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.
χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο,
ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς
κατέφθειρε πῦρ φλεγόμενον ἐν τῇ χαλάζρῃ
καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον·
τοῦτο πάλιν δʼ, ἴνα τραφῶσιν δίκαιοι,
καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεαως.
ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα
ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων,
καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπέρ τῶν εἰς σἐ πεποιθότων.
διὰ τοῦτο καὶ τότε τἰς πάντα μεταλλευομένη
τῇ παντοτρόφῳ σου δαωρεᾷ ὑπηρετεῖ,
πρὸς τὴν τῶν δεομένων θέλησιαυ·
ἴνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε,
ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον,
ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ.
τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον
ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο,
Μπως γνωστὸν ἧν ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπʼ εὐχαριστίαν
καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι.
ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται,
καὶ ῥυήσεται ὡς ὕδαωρ ἄχρηστον.

---

Septuaginta, Sapientia Salomonis, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg033.local002/.
