Ancient Greek · ~3 min
Chapter 19, lines 19.19-19.25
Septuaginta, Sapientia Salomonis 19.19-25
Not analysed yet
οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν,
ἵνα μὴ ἀγνοοῦντες δι᾿ ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου,
καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους·
ἀλλ᾿ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή.
σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν,
τὸ τῆς ἰδίας λειτουργίας ὅπλον
προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας·
ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ,
δεικνὺς ὅτι σός ἐστιν θεράπων.
ἐνίκησεν τὸν ὄχλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνερἀλλὰ
λόγῳ τὸν κολάζοντα ὑπέταξεν,
ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπʼ ἀλλήλων νεκρῶν.
μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν
καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
§24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος.
καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς,
καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δέ ἐφοβήθησαν·
ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.