Ancient Greek · ~2 min
Chapter 20, lines 20.18-20.22
Septuaginta, Sapientia Salomonis 20.18-22
Not analysed yet
δι᾿ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα,
ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα
διαλλάσσουσιν,
πάντοτε μένοντα ἤχῳ,
ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς.
χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο,
καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς·
πῦρ ἴσχυσεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως,
καὶ ὕδωρ τῆς σβεστικῆς δυνάμεως ἐπελανθάνετο.
φλόγες ἀνάπαλιν εὐφθάρτων ζῴων
οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων,
οὐδὲ τηκτὸν εὔτηκτον κρυσταλλοειδὲς γένος ἀμβροσίας
τροφῆς.
Κατὰ πάντα γάρ, Κύριε, ἐμεγάλυνας τὸν λαόν σου καὶ
ἐδόξασας.
καὶ οὐχ ὑπερεῖδες ἐν παντὶ καιρῷ καὶ τόπῳ
παριστάμενος.