Ancient Greek · ~2 min
Chapter 5, lines 5.20-5.23
Septuaginta, Sapientia Salomonis 5.20-23
Not analysed yet
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
συνεκπολεμήσει δέ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν
ἁλοῦνται,
καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι
ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης,
ποταμοὶ δὲ συνκλύσουσιν ἀποτόμαας·
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεος,
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς·
καὶ ἐρημώσει πᾶσα τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.