Ancient Greek · ~4 min
Chapter 7, lines 7.22-7.30
Septuaginta, Sapientia Salomonis 7.22-30
Not analysed yet
ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία.
Ἔοτιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
μονογενές, πολυμερές, λεπτόν,
εὐκίνητον, τρανόν, ἀμόλυντον,
σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,
ἀκώλυτον, εὐεργετικόν,
φιλάνθραοπον,
βέβαιον, ἀσφαλές, ἀμέριμνον.
παντοδύυαμον, πανεπίσκοπον,
καὶ διὰ πάντων χωροῦν πνευμάτων
νοερῶν καθαρῶν λεπτοτάτων.
πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,
διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα.
ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως,
καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·
δμὼ τοῦτο οὐδέν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου,
καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας,
καί εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
μια δὲ οὖσα πάντα δύναται,
καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει,
καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα
φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·
σύθὲν γὰρ ἀγαπῷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.
ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου,
καὶ ὑπέρ πᾶσαν ἄστρων θέσιν.
φωτὶ συνκρινομένη εὺρίσκεται προτέρα·
τοῦτο μέν γὰρ διαδέχεται νύξ,
σοφίας δὲ οὐκ ἀντισχύει κακία.