Ancient Greek · ~2 min
1.27 to 1.31
Septuaginta, Siracides 1.27-31
Not analysed yet
σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης. μὴ ἀπειθήσῃς φόβῳ Κυρίου ἐνδεὴς ὤν, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου μὴ πρόσεχε. μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου πάντα, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε. ὅτι οὐ προσῆλθες ἐν ἀληθείᾳ τῷ φόβῳ τοῦ κυρίου, καὶ ἢ καρδία σου πλήρης δόλου.