# Siracides 13.22-26

Septuaginta, Siracides, 13.22 to 13.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/siracides/13.22

πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπτίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; καὶ ἐὰν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. ἀγαθὸς ὁ πλοῦτος ᾧ μὴ πρόσεστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς. καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά· καὶ ἀγαθύνει πρόσωπον ἐν τέρψει καρδία θάλλουσα. ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον θάλλον, καὶ εὕρεσις παραβολῶν διαλογισμὸς μετὰ κόπου.

---

SEPTUAGINTA, Siracides, ed. John Henry Arthur Hart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg034.local002/.
