Ancient Greek · ~2 min
14.23 to 14.27
Septuaginta, Siracides 14.23-27
Not analysed yet
ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται· ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ ἐν τοῖς τοίχοις αὐτῆς πήξει πάσσαλον. στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρα αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν· θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται. σκεπασθήσεται ἀπ’ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.