Ancient Greek · ~3 min
17.23 to 17.32
Septuaginta, Siracides 17.23-32
Not analysed yet
μερίζων υἱοῖς αὐτοῦ καὶ θυγατράσι μετάνοιαν μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς· καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀνταποδώσει· πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν. ἐπίστρεφε οὖν πρὸς κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα· ἐπανάγαγε ἐπὶ Ὕψιστον· καὶ ἀπόστρεφε ἀδικίας, αὐτὸς γὰρ ὁδηγήσει ἐκ σκότους εἰς φωτισμὸν ὑγείας, καὶ σφόδρα μίσησον βδέλυγμα. Ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν; ἀπὸ νεκροῦ ὡς μηδὲν ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς τῆ καρδίᾳ αἰνέσει τὸν κύριον. ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου θεοῦ ἡμῶν, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτὸν ὁσίως. οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ ἀνὴρ ὃς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα. δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.