Ancient Greek · ~2 min
19.25 to 19.30
Septuaginta, Siracides 19.25-30
Not analysed yet
ἔστι πανουργία ἀκριβὴς καὶ αὐτὴ ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα, καὶ ἔστι δικαιῶν κρίσει σοφός. ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου πυρώδους· συγκύφων πρόσωπον καὶ ἐθελοκωφῶν, οὗ ἐὰν ἐπιγνωσθῇ προφθάσει σε κακοποιῆσαι· καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν κακοποιήσει. ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων· στολισμὸς ἀνδρός, καὶ γέλως ὀδόντων, καὶ βῆμα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.