Ancient Greek · ~3 min
22.21 to 22.27
Septuaginta, Siracides 22.21-27
Not analysed yet
ἐπὶ φίλον ἐὰν σπάσῃ μάχαιραν, μὴ ἀπελπίσῃς, ἔστι γὰρ ἐπάνοδος. ἐπὶ φίλον ἐὰν ἀνοίξης στόμα, μὴ εὐλαβηθῇς, ἔστι γὰρ διαλλαγή. πλὴν ὀνειδισμοῦ κοὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας· ἐν τούτοις γὰρ ἀποφεύξεται πᾶς φίλος. πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ εὐφρανθῇς. ἐν καιρῷ θλίψεως διάμενε αὐτῶ, ἵνα τὴν κληρονομίαν αὐτοῦ συγκληρονομήσῃς. οὐ καταφρονητέον γὰρ ἀεὶ τῆς περιγραφῆς, οὐδὲ θαυμαστὸς πλούσιος νοῦν οὐκ ἔχων. πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός, οὕτως πρὸ αἱμάτων λοιδορίαι. φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, καὶ εἰ κακά μου συμβήσονται δι’ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ. τίς δώσει μοι ἐπὶ στόματός μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω αἰφνιδίως ἀπ’ αὐτῆς, κοὶ ἡ γλῶσσά μου μὴ ἀπολέσῃ με;