Ancient Greek · ~1 min
25.23 to 25.26
Septuaginta, Siracides 25.23-26
Not analysed yet
καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά. χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ παρακαλέσει τὸν ἄνδρα αὐτῆς ἐν στενώσει. ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνήσκομεν πάντες. μὴ δῷς διέξοδον ὕδατι, μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν ἐξόδου· εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν, δίδου καὶ ἀπόλυσον.