Ancient Greek · ~2 min
27.25 to 27.30
Septuaginta, Siracides 27.25-30
Not analysed yet
ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλῆς αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διαιρεῖ τραῦμα. ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν, καὶ ὁ ἱστῶν παγίδα ἁλώσεται ἐν αὐτὴ. ποιοῦντι πονηρὰ ἐπ’ αὐτὸν αὐλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥ κεἰ αὐτῷ. ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτούς. παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι ἐν πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστι βδελύγματα· καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.