Ancient Greek · ~2 min
28.23 to 28.26
Septuaginta, Siracides 28.23-26
Not analysed yet
οἱ καταλείποντες τὸν κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαυθήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. ἴδε, περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, καὶ τῶ στόματί σου ποίησον θυρώματα καὶ μοχλούς. τὸ ἀργύριόν σου καὶ χρυσίον σου κατάδησον, καὶ τοῦ λόγου σου ποίησον ζυγόσταθμον· καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν, καὶ πρόσεχε μή πὼς ὀλισθήσῃς ἐν αὐτοῖς, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.