Ancient Greek · ~2 min
3.25 to 3.31
Septuaginta, Siracides 3.25-31
Not analysed yet
κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἀμοιρῶν μὴ ἐπαγγέλλου. καρδία σκληρὰ κακωθήσεται ἐπ’ ἐσχάτων, καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται. καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίας ἐφ’ ἁμαρτίας. ἐν ἐπαγωγῆ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, ὁδοιπορίαι αὐτοῦ ἐκριζωθήσονται, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. καρδία συνετοῦ διανοηθή- σεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ. πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐν ἐλεημοσύναις ἐξιλάσεται ἁμαρτίας. καὶ Κύριος ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.