Ancient Greek · ~3 min
4.24 to 4.31
Septuaginta, Siracides 4.24-31
Not analysed yet
ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία, καὶ παιδεία ἐν ῥήμασι γλώσσης. μὴ ἀντίλεγε τῇ ἀληθείᾳ κατὰ μηδὲ ἕν, καὶ περὶ ψεύσματος τῆς ἀπαιδευσίας σου ἐντράπηθι· μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου, καὶ μὴ βιάζου ἄζου ῥοῦν ποταμοῦ. μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν, καὶ μὴ λάβης πρόσωπον δυνάστου. ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σου. μὴ γίνου θρασὺς ἐν τῆ γλώσσῃ σου, καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. μὴ ἴσθι ὡς λέων ἐν τῇ οἰκίᾳ σου, καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.