Ancient Greek · ~2 min
42.19 to 42.25
Septuaginta, Siracides 42.19-25
Not analysed yet
ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων. οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος· τὰ μεγαλεῖα διὰ τῆς σοφίας αὐτοῦ ἐκόσμησεν· ὅς ἐστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ἕως σπινθῆρός ἐστι θεωρῆσαι. πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει· πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πληθήσεται ὁρῶν δόξαν θεοῦ;