Ancient Greek · ~3 min
43.26 to 43.33
Septuaginta, Siracides 43.26-33
Not analysed yet
καὶ δι’ αὐτὸν εὐοδοῖ ὁ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλειαν λόγων αὐτός ἐστι τὸ πᾶν. δοξάζοντες ποῦ ἰσχύσομεν ; αὐτὸς γὰρ μέγας πάρα πάντα τὰ ἔργα αὐτοῦ. φοβερὸς Κύριος καὶ μέγας σφόδρα, καὶ θαυμαστὴ ἡ δυναστείααὐτοῦ. δοξάζοντες Κύριον ὑψώσατε καθ’ ὅσον δύνασθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; κοὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι; πολλὰ ἀπόκρυφα ἐστὶ μείζονα τούτων, ὀλίγα ἑωράκαμεν τῶν ἔργων αὐτοῦ. πάντα γὰρ ἐποίησεν ὁ κύριος, ὁ κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.