Ancient Greek
47.19 to 47.25
Septuaginta, Siracides 47.19-25
Not analysed yet
παρενέκλινας τὰ σπλάγχνα σὺν γυναιξί, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου. ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου, καὶ κατανυγῆναι ἐπὶ τῆ ἀφροσύνη σου, γενέσθαι δίχα τυραννίδος καὶ ἐξ Ἐφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ. ὁ δὲ κύριος ἰὸς οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδ’ οὐ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ ᾿Ιακὼβ ἔδωκε κατάλειμμα, καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ῥίζαν. καὶ ἀνεπαύσατο Σολομῶν μετὰ τῶν πατέρων, καὶ κατέλιπε μετ’ αὐτὸν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, λαοῦ ἀφροσύνην καὶ ἐλαττούμενον συνέσει, ᾿Ροβοάμ, ὃς ἀπ’ ἔστησε λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, καὶ ἔδωκε τῷ ᾿Εφραὶμ ὁδὸν ἁμαρτίας, καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς, ἕως ὀργὴ καὶ ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς.