Ancient Greek · ~2 min
48.20 to 48.25
Septuaginta, Siracides 48.20-25
Not analysed yet
καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαίου. ἐπάταξε τὴν παρεμβολὴν τῶν ᾿Ασσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. ἐποίησε γὰρ ᾿Εζεκίας τὸ ἀρεστὸν κυρίου καὶ ἐνίσχυσεν ὁδοῖς Δαυῖδ τοῦ πατρὸς αὐτοῦ, ὡς ἐνετείλατο Ἠσαίας ὁ προφήτης ὁ μέγας καὶ σεπτὸς ἐν ὁράσει αὐτοῦ. ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκε ζωὴν βασιλεῖ. πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα, καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιῶν· ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.