Ancient Greek · ~5 min
50.19 to 50.29
Septuaginta, Siracides 50.19-29
Not analysed yet
κατέναντι τοῦ ἐλεήμονος, ἕως συνετελέσθη ὁ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. τότε καταβὰς ἐπῆρε χεῖρας αὐτοῦ ἐπὶ πάσαν ἐκκλησίαν υἱῶν ᾿Ισραήλ, δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ, καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι· καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ Ὑψίστου. καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα μόνον πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ’ ἡμῶν κατὰ τὸν ἔλεον αὐτοῦ· καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν, ἐν ᾿Ισραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, ἐμπιστεῦσαι μεθ’ ἡμῶν τὸν ἔλεον αὐτοῦ, καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς. ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος· οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, καὶ ἄνδρες οἱ κατοικουντες Φυλιστιείμ, καὶ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις. παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, Ἰησοῦς ὁ υἱὸς Σιρὰχ ὁ ῾Ιεροσολυμίτης, ὃς ἀνώμβρισε σοφίαν ἀπὸ καρδίας. μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ ὁ θεὶς αὐτὰ ἐπὶ καρδίαν ἑαυτοῦ σοφισθήσεται· ἐὰν γὰρ ποιήση αὐτά, πρὸς πάντα ἰσχύσει· ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο γένοιτο.