Ancient Greek · ~4 min
51.19 to 51.30
Septuaginta, Siracides 51.19-30
Not analysed yet
διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπενόησα· τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· καρδίαν ἐκτησάμην μετ’ αὐτῆς ἀπ’ ἀρχῆς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ. καὶ ἡ καρδία μου ἐταράχθη ζητῆσαι αὐτήν. διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα· ἔδωκε Κύριος γλῶσσαν μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. ἐγγίσατέ μοι, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας· διότι διότι ἢ τί λέγετε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα; ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου· τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἢ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν· ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐπὶ τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ· ἐργάσασθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ. +++