Ancient Greek · ~3 min
7.26 to 7.36
Septuaginta, Siracides 7.26-36
Not analysed yet
μὴ ἐκβάλῃς αὐτήν. μισουμένη δὲ μὴ ἐκδῷς σεαυτόν. ἐν ὄλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ. μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί; ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε· ἐν ὅλη δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι, ἀπ’ ἀρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον. μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.