Ancient Greek
2.14 to 2.15
Septuaginta, Sophonias 2.14-15
Not analysed yet
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμόν, νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι’ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.